Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.563 Joseph. BJ 1.567 (English) >>Joseph. BJ 1.571

1.566

Καταμάθοι δʼ ἄν τις, ὅσον ἴσχυσεν ἐν τούτοις κολακεύων

-- --

Ἀντίπατρος, ἐκ τοῦ Σαλώμην ἐν ὁμοίοις ἀποτυχεῖν. ταύτην γὰρ δὴ καίπερ οὖσαν ἀδελφὴν καὶ πολλὰ διὰ Λιουίας τῆς γυναικὸς Καίσαρος ἱκετεύουσαν γαμηθῆναι τῷ Ἄραβι Συλλαίῳ, διωμόσατο μὲν ἐχθροτάτην ἕξειν, εἰ μὴ παύσαιτο τῆς σπουδῆς, τὸ δὲ τελευταῖον ἄκουσαν Ἀλεξᾷ τινι τῶν φίλων συνῴκισεν καὶ τῶν θυγατέρων αὐτῆς τὴν μὲν τῷ Ἀλεξᾶ παιδί, τὴν δʼ ἑτέραν τῷ πρὸς μητρὸς Ἀντιπάτρου θείῳ. τῶν δʼ ἐκ Μαριάμμης θυγατέρων μὲν ἀδελφῆς υἱὸν Ἀντίπατρον εἶχεν, δὲ ἀδελφοῦ Φασάηλον. 1.567

Διακόψας δὲ τὰς τῶν ὀρφανῶν ἐλπίδας Ἀντίπατρος καὶ πρὸς τὸ συμφέρον αὐτῷ τὰς ἐπιγαμίας ποιησάμενος ὡς ἐπὶ βεβαίοις μὲν ὥρμει ταῖς ἐλπίσιν, προσλαβὼν δὲ τῇ κακίᾳ τὸ πεποιθὸς ἀφόρητος ἦν· τὸ γὰρ παρʼ ἑκάστῳ μῖσος ἀποσκευάσασθαι μὴ δυνάμενος ἐκ τοῦ φοβερὸς εἶναι τὴν ἀσφάλειαν ἐπορίζετο. 1.568συνήργει δὲ καὶ Φερώρας ὡς ἂν ἤδη καὶ βασιλεῖ βεβαίῳ. γίνεται δὲ καὶ γυναικῶν σύνταγμα κατὰ τὴν αὐλήν, νεωτέρους ἐκίνησεν θορύβους· γὰρ Φερώρα γυνὴ μετὰ τῆς μητρὸς καὶ τῆς ἀδελφῆς προσλαβοῦσα καὶ τὴν Ἀντιπάτρου μητέρα πολλὰ μὲν ἠσέλγαινεν κατὰ τὸ βασίλειον, ἐτόλμησεν δὲ καὶ τοῦ βασιλέως ὑβρίσαι δύο θυγατέρας, διʼ δὴ μάλιστα ταύτην ἐκεῖνος προβέβλητο· μισούμεναί γε μὴν ὑπʼ αὐτοῦ τῶν ἄλλων ἐπεκράτουν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.563 Joseph. BJ 1.567 (English) >>Joseph. BJ 1.571

Powered by PhiloLogic